Ancient Greek · ~7 min
7.6 to 7.11
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.6-11
Not analysed yet
ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδὲ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἄσμενοι κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. ὁ δέ γε σωτὴρ καὶ διδασκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν. ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔ ἒλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δή που καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι. οἷον . ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησι προφη- τεία “προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος.” Τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώπων τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτὸν “προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, ”τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν ὁ θεσπιζόμενος; Μώσης δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὁσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν. μυρίων γοῦν μετὰ ταῦτα προφη- τῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται ’πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. μαρτυρεῖ δ’ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσέως ’οὔτε οὖν Ιερεμίας οὔτε Ἠσαίας οὔτε τις ἕτερος τόν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομο- θέτης ἀναδέδεικται. προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πάσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον δ’ διαπραττόμενος. ἕνος.