Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8.2-4
Not analysed yet
Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφὴ τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ’ εὐφροσύνης ἐπιβοώντων ‟ὡς ἀννᾶ τῷ υἱῷ τῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Ξυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις.” ἀντὶ γὰρ τοῦ ‟ὦ κύριε σῶσον δή” κειμένου ἐν τῷ Ψαλμῷ τὸ ‟ὡς ἀννά” Ἑβραικώτερον φάσκοντες ἐπεβόων· ἑρμηνεύεται δὲ τοῦτο σῶσον δή.