Ancient Greek · ~4 min
8.3 to 8.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8.3-2-5
Not analysed yet
καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μώσης μυσταγωγεῖ. τὸν γάρ τοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων εἴργει τῆς τῶν ὁρωμένων κατ’ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων ὅτι δὴ ταῦτα ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν.” διὰ τί δ’ ἀπονενεμῆσθαι ἔφησε συνιδεῖν ἀναγκαῖον. πολυπλανοῦς ὑπαρχούσης ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας, ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου καθεστώσης, οὐκ ἄλλως εὖ εἶχε τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ’ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι. δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περι- τραπεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδεδόσθαι, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομενης.