Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.1-4
Not analysed yet
‟Κύριε, τί ἐστὶν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν ; κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται.” καὶ ὑποβὰς ἐπιλέγει ‟ὁ θεὸς καινὴν ᾄσομαί σοι.” Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος.