# Demonstratio Evangelica 9.1-3

Eusebius, Demonstratio Evangelica, 9.1 to 9.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/9.1

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μώσεως θεοφιλεῖς ἂνσρας τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμὲν, μίαν τε ἡμῶν τε κἀ- κείνων εὐσέβειαν, καὶ θεοῦ γνῶσιν τὴν αὐτὴν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδὴν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος. καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν, ὥς τι τῶν ἀνοσίων, ἀπηγόρευται. δύο γὰρ μόνα ταῦτα οὐ σμικρὸν ἔχοντα λόγον δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον. καὶ πρὸς ταῦτ’ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ’ Ἑβραίοις λογίων. οἶ μὲν πρὸ Μώσεως ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι, ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου, γενέσθαι μνημο- νεύονται, τὰ δὲ καθ’ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
