Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.10
Not analysed yet
ὅτι δὲ κατὰ τὸ παλαίτατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ᾿ ἂν ἀπόδειξις ἡ τόν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματείας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργημένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τοὐτοις, οἱ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἒθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.