Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.21
Not analysed yet
πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὃσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λό- γος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κη- ρύττων, ὅτι δὴ “τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαν- τος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ”ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.