Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.4-2
Not analysed yet
ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης ‟πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνε- τρίβῃ εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ὰνα- ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς Ἅιδην κατα- βήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς."