Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.5-3
Not analysed yet
Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δη- Λάδη τὸν αὑτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ, οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος 5 ἑξῆς τοῖς προεκτεθεῖσι ποτνιᾶται λέγων ‟μὴ συναπολέσῃς δίκαιον μετ’ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον, ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς ὁ κρίνων πάσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν.”