Ancient Greek · ~7 min
9.7 to 9.13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.7-13
Not analysed yet
καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἔνα ἀρέσῃ τῷ κυρίῳ, ἔνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῶ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπαστως.” Διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν. καὶ τρίτος δ’ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ’ ὃν οἶ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν. τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα μένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου, καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς. κεχωρισμένως δ’ οὖν τῶν ἄλλων ἐθνῶν καὶ κατὰ μόνας βιοῦντες πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμμικτον συνίσταντο. οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ’ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ’ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι. ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ’ ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διδαχῆς ἀναπεφήνασιν. εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ’ οὔπω τοὺς σπείραντας αἰτιατέον, οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.