Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.8
Not analysed yet
ἔνθεν ἤδη λοιπὸν πάντων ἀνθρώπων κατε- κράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάτ- τοντο· καὶ δῆτα δυνάμεσι χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προτέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδούλωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπι- δεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥᾳστώνῃ πλείονι διαπράττεσθαι.