# Epistula ad Alexandrum Alexandrinum 2

Eusebius, Epistula ad Alexandrum Alexandrinum, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/epistula-ad-alexandrum-alexandrinum/2

Κατηγορεῖ αὐτῶν τὰ σὰ γράμματα ὡς λεγόντων, ὅτι ὁ υἱὸς ἐκ τοῦ μὴ ὄντος γέγονεν ὡς εἷς τῶν πάντων. οἱ δὲ προήνεγκαν ἑαυτῶν γραμματεῖον, ὃ πρὸς σὲ πεποιήκασιν, ἐν ᾧ τὴν ἑαυτῶν πίστιν ἐκθέμενοι αὐτοῖς ῥήμασιν τάδε ὡμολόγουν· «τὸν νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ πάντα πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ, ὑποστήσαντα ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων». εἰ δὴ οὖν τὰ παρ' αὐτῶν γράμματα ἀληθεύει, πάντως δὲ καὶ παρὰ σοὶ φέρεται, ἐν ᾧ ὁμολογοῦσι τὸν υἱὸν τοῦ θεοῦ πρὸ χρόνων αἰωνίων, δι' οὗ καὶ τοὺς αἰῶνας πεποίηκεν, εἶναι ἄτρεπτον καὶ κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων.

---

Eusebius Scr. Eccl. et Theol., Epistula ad Alexandrum Alexandrinum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg015.local001/.
