Ancient Greek · ~48 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Γ′ ΚΕΦΑΛΑΙΟΝ..1
Not analysed yet
Πρῶτος ἀναγέγραπται γενόμενος χρηματισμὸς τῷ Ἁβραὰμ ὅτε εἶπεν αὐτῷ Κύριος· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μέγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλόγητος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε Gen. 12, 1. ,καὶ τὰ τούτοις ἑξῆς. Δεύτερος, ὅτε ὤφθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Gen. 12, 7. Καὶ τρίτος, ὅτε ὁ Κύριος εἶπεν τῷ Ἁβραὰμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ Gen. 13, 14. τὰ ἀναγεγραμμένα. Τέταρτος, ἐν ᾧ εἴρηται, μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἁβραὰμ ἐν ὁράματι τῆς νυκτὸς λέγων, Μὴ φοβοῦ Ἅβραμ, ἐγὼ ὑπερασπίζω σου· Gen. 15, 1. καὶ μεθ’ ἕτερα· Ἐγὼ Κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων. Gen. 15, 7. Πέμπτος, ὅτε ὤφθη Κύριος τῷ Ἁβραὰμ καὶ εἶπεν αὐτῷ, Ἐγώ εἰμι ὁ Θεός, σου· εὐαρέστει ἐνώπιον ἐμοῦ,Gen. 17, 1. καὶ τὰ λοιπά. Ἕκτος, ἐν ᾧ πάλιν ὤφθη αὐτῷ Κύριος πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεὶς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ· καὶ προσεκύνησεν ἐπὶ τῆν γῆν καὶ εἶπεν· Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου μὴ παρέλθῃς τὸν παῖδά σου, ληφθήτω δή μικρὸν ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν. Gen. 18, 1. Εἶτα μετά τινα ἐπιφέρεται, ὅτι ἐξαναστάντες ἐκεῖθεν ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων· Ἁβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συμπροπέμπων αὐτούς· ὁ δὲ Κύριος εἶπεν· Μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἅ ἐγὼ ποιῶ; Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς· ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτῶν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κύριου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Εἶπεν δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται. Gen. 18, 16. Καὶ μετ’ ὀλίγα· καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἁβραὰμ δὲ ἦν ἑστηκὼς ἑναντίον Κυρίου· καὶ ἐγγίσας Ἁβραὰμ εἶπεν, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει ἀπολέσεις αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς· καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Gen. 18, 33. Καὶ μεθ’ ἕτερα φησὶν ἡ γραφή· Ἀπῆλθεν δὲ Κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ. Εἰσῆλθον δὲ καὶ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Gen. 19, 1. Ἐπιστῆσαι ἄξιον πότερον ἄγγελος ὁ τυχὼν κατὰ τοὺς τόπους δηλοῦται ὁ τοὺς χρηματισμοὺς πρὸς τὸν Ἁβραὰμ πεποιημένος, ἢ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἢ τρίτος τίς παρὰ τούτους ὁ τοῦ Θεοῦ Λόγος, ὃν μετὰ τὸν ἀνωτάτω Πατέρα καὶ Θεὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἀποκαλεῖν ἔθος τῇ ἱερᾷ γραφῆ· ἔτι τε ζητῆσαι, τίς ἦν ὁ τῶν τριῶν τῶν ὀφθέντων τῷ Ἁβραὰμ ἀνδρῶν, πρὸς ὃν αὐτός τε εἶπεν, Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου· καὶ πάλιν, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; περὶ οὗ καὶ ἡ θεία γραφὴ οὐ μόνον πρῶτον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἱστορηκώς φησιν, ὤφθη δὲ αὐτῷ Κύριος, ἐπὶ τῇ Κύριος προσηγορίᾳ τοῦ ἀνεκφωνήτου ἐν τῷ Ἑβραικῷ τεταγμένου ὀνόματος, ὅπερ οὐδεπώποτε ἐπὶ ἀγγελικῆς δυνάμεως παρείληπται. Ὅτε γοῦν ὁ Λὼτ τοῖς εἰς Σόδομα ἐλθοῦσιν ἀγγέλοις ἀναγέγραπται λέγων, Δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐνώπιόν σου,Gen. 19, 19. κεῖται μὲν ἐν τῷ Ἑβραϊκῷ τὸ κύριε, ἀλλ’ οὐ διὰ τῶν τεσσάρων στοιχείων τῶν παρ’ Ἑβραίοις ἐπὶ τοῦ ἀρρήτου ὀνόματος τοῦ Θεοῦ παραλαμβανομένων, δι’ ἑτερων δὲ συλλαβῶν δι’ ὧν καὶ ὁ παρ’ ἀνθρώποις ὀνομαζόμενος κύριος τῶν πρός τι τυγχάνων, οἷον οἰκέτου κύριος, παρ’ Ἑβραίοις ἐγγέγραπται· ἀλλ’ οὐδέν γε τούτοις ἔχον παραπλήσιον τὸ ἐπὶ τῆς τοῦ Θεοῦ αὐθεντείας διὰ τῶν τεσσάρων στοιχείων παραλαμβανόμενον ἔν τε ταῖς ἀναγεγραμμέναις τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ ὀπτασίαις ἐμφερόμενον σαφῶς παρίστησιν, μὴ δὲ ἄγγελον, μὴ δὲ ὀλίγῳ τοῦτον ἐπαναβεβηκυῖαν τινὰ θείαν δύναμιν αὐτῷ κεχρηματικέναι, ἀλλ’ αὐτὸν τὸν Θεὸν, οὗ τὴν ἄρρητον ἐκφώνησιν, αὐτὴν δὴ ταύτην κατὰ τοὺς τόπους διὰ τῶν τεσσάρων στοιχείων ἐμφερομένην, μόνος ὁ ἀρχιερεὺς ἐπὶ τοῦ μετώπου περιέκειτο φέρων ἐπὶ τοῦ χρυσοῦ πετάλου τὸ λεγόμενον ἐκτύπωμα σφραγίδος ἁγιάσμα[τος] κυρίου. Exod. 28, 32. Καὶ ὅτι γε οὐκ ἀδιάφορόν ἐστι τῇ θείᾳ γραφῇ ἐπ’ ἄγγελων χρῆσθαι τῇ τοιαύτῃ προσηγορίᾳ, πρόδηλον ἐκ τοῦ σφόδρα παρατετηρημένως ποτὲ μὲν αὐτὸν τὸν Θεὸν ἢ τὸν διὰ τοῦ τετραγράμμου δηλούμενον κύριον ὦφθαί τε καὶ κεχρηκέναι τοῖς δικαίοις ἱστορεῖν, ποτὲ δὲ ἀγγέλους ἀναγράφειν τοὺς ἑωραμένους. Σαφῶς οὖν ὁ τῇ Ἅγαρ ἀλωμένῃ ἐπιφανεὶς ἄγγελος ἦν· καὶ γὰρ ἐχρῆν ἐκείνῃ μὲν, ἅτε πλεῖστον ὅσον ἀπολειπομένῃ τοῦ Ἁβραὰμ, καὶ οὐδέν τι πλέον ἀγγελικῆς ὀπτασίας θεωρεῖν δυναμένῃ, κατάλληλον τὴν ὀπτασίαν γενέσθαι διὰ τῆς τοῦ ἀγγέλου παρουσίας, τῷ δὲ Ἁβραὰμ διὰ τῆς μείζονος αὐτοῦ τοῦ Θεοῦ ἐπιφανείας. Καὶ οἱ λοιποὶ δὲ αὐτοὶ τῶν πρὸς αὐτὸν τοῦ Θεοῦ φωνῶν οὐκ ἂν μὲν ἁρμόσειεν, εἰ ἐπὶ ἀγγέλους τίς αὐτοὺς ἀνάγειν πειρῷτο, μόνῳ δὲ Θεῷ πρέποι ἂν αὐτοὺς λέγειν, οἷον τὸ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε, καὶ τὰ τούτοις παραπλήσια· μάλιστα δὲ τὸ, ἐγὼ κύριος ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων· καὶ τὸ, ἐγώ εἰμι ὁ Θεὸς, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ τὰ ἑξῆς· καὶ οὐδεὶς οὕτω γένοιτ’ ἄν ποτ’ ἠλίθιος ὡς ἄγγελον αὐτὰ ὑπονοεῖν εἰρηκέναι. Καὶ ὅτε γοῦν πρὸς τῇ δρυῒ καθεζομένῳ τῷ Ἁβραὰμ οἱ τρεῖς ἄνδρες ἐπέστησαν, πρόσεισι μὲν αὐτοῖς ὁ Ἁβραὰμ, ἀλλ’ οὐ τοῖς τρισὶν, ἑνὶ δὲ μόνον τὸ, κύριε εἰ εὗρον χάριν ἐναντίον σου. Καὶ τῶν μὲν ἄλλων οὐδ’ εἷς τῷ Ἁβραὰμ εἰσάγεται ὁμιλῶν· ἐπεὶ μὴ δὲ ᾕρει λόγος τοὺς οἰκέτας ἐπὶ τοῦ κυρίου φθέγγεσθαι, μόνος δὲ ὁ κύριος χρηματίζει, ὃς καὶ φησὶν, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, καὶ τὰ λοιπά. Εἶτα οἱ μὲν ἄνα (ἅμα) τῷ κυρίῳ ἄνδρες, δῆλον δ’ ὅτι οἱ ἄγγελοι, ἀποστρέψαντες, μόνοι κατῆλθον εἰς Σόδομα, τοῦ κυρίου μὴ συμπαρόντος αὐτοῖς· (πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν εὐμενῆ καὶ ἴλεω Θεὸν τοῖς ἀσεβέσιν ἐνεπιδημεῖν;) ὁ δὲ ἐπιμένων τῇ πρὸς τὸν θεοφιλῆ καὶ δίκαιον συνουσίᾳ τε καὶ διατριβῇ, χαίρει μὲν αὐτοῦ τῇ ὁμιλίᾳ, ὑπερασπίζεται δὲ καὶ τὴν φιλανθρωποτάτην εὐχὴν, ἐν ᾖ καὶ τὸ μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν εἰρηκὼς ὁ Ἁβραὰμ ἐναργέστατα παρίστησιν ἑαυτὸν εὖ καὶ ἀκριβῶς εἰδέναι, ὅτι μὴ ἀγγέλῳ, μὴ δ’ ὑποβεβηκύιᾳ θείᾳ δυνάμει, ἀλλ’ αὐτῷ Θεῷ διαλέγοιτο. Εἶθ’ ἑξῆς ἀκριβῶς τὰ πράγματα διαιρῶν ὁ λόγος τοὺς ἐπὶ Σόδομα ἀνελθόντας σαφῶς ἀγγέλους προσαγορεύει, ἐπιλέγων, ὅτι δὴ ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· καὶ ἐν τοῖς ἑξῆς οὔτε κύριον οὔτε Θεὸν ὀφθῆναι τῷ Λὼτ, ἢ καὶ λελαληκέναι, ἀλλὰ τοὺς ἀγγέλους ἀναγράφει· ὥστ’ ἐκ παντὸς πρόδηλον, ὅτι Κύριος ἦν καὶ Θεὸς, ἀλλ’ οὔ τις ἀγγέλων, ὁ τῷ Ἁβραὰμ ὦφθαι πρὸς τῆς γραφῆς μαρτυρούμενος. Πάντες μὲν οὖν οἱ διακόπτειν ἐθέλοντες τὴν τῆς παλαιᾶς πρὸς τὴν καινὴν διαθήκην σύμπνοιαν, ὥσπερ ἑρμαίῳ τοῖς τόποις ἐπιβαίνοντες σαφῶς ἐκ τούτων παριστάναι δοκοῦσιν ἑτέρον ὑπάρχειν τὸν τοῦ Χριστοῦ πατέρα, ὃν καὶ ἀόρατον ὑπὸ τῆς εὐαγγελικῆς φωνῆς ὁμολογεῖσθαι, παρὰ τὸν Μωσέως καὶ τῶν προφητῶν Θεὸν διαφόρως ὀφθέντα, τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τῷ Ἰσαἀκ, (ᾧ καὶ αὐτῷ χρηματίζων τὰ παραπλήσια τοῖς ἐπὶ τοῦ Ἁβραὰμ προθεσπίζει,) ὁμοίως δὲ καὶ τῷ Ἰακὠβ, τάχα δὲ καὶ Ἡσαΐᾳ φήσαντι, εἶδον τὸν κύριον Σαβαὼθ,Es. 6, 5. καὶ τοῖς λοιποῖς προφήταις παραπλησίως· ἡμεῖς δὲ, (ἐπεὶ καὶ ἐν αὐτοῖς τοῖς πάλαι τοῦ Θεοῦ προφήταις ἐμφέρεταί τι θεῖον λόγιον ἐκ προσώπου τοῦ Θεοῦ φάσκων, δι’ ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι· Mal. 3, 6. Καὶ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γὴν ἐγὼ πληρῶ; λέγει κύριος· Jerem. 23, 24. καὶ τῷ Μωσεῖ δὲ χρηματίζων φησὶν, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται,Exod. 33, 20. )ὡς πρὸς τοὺς προειρημένους ὁμοῦ καὶ τοὺς ἐκ περιτομῆς, ἔτι τε τοὺς μὴ προσϊεμένους δευτέραν μετὰ τὴν ἀγένητον φύσιν προϋπάρχειν θεότητα τοῦ υἱοῦ, ταῦτα ἐπαπορήσομεν, πῶς ὁ καὶ (κατὰ) ταύτας τὰς προφητείας ἀναλλοίωτος, καὶ ἄτρεπτος, καὶ πάλιν τὸν οὐρανὸν καὶ τὴν γῆν λέγων πληροῦν μόνος Θεὸς, σαφῶς τε καὶ κατ’ αὐτὸν τὸν νόμον σχεδὸν ἀόρατος εἶναι δηλούμενος, κατὰ τὸ, οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, ἀλλοιούμενος πάλιν, καὶ ὡς περιτρέπων τὴν αὐτὸς ἑαυτοῦ οὐσίαν εἰς (ἐν) μικροῖς τισὶ μορίοις τῆς γῆς χωρητὸς ἐγίγνετο, καὶ ἑωρᾶτο τότε μὲν τῷ Ἁβραὰμ, τότε δὲ τοῖς ἄλλοις προφήταις; Ταυτὶ γὰρ εἰ ἐπὶ τὸν τῶν ὅλων ἀναφέροιτο Θεὸν, οὐ μόνον τῇ εὐαγγελικῇ φωνῇ δόξαι ἂν διαφωνεῖν, ἀλλὰ καὶ ταῖς προφητικαῖς, ἀχώρητον καὶ ἀναλλοίωτον αὐτὸν καὶ ἀόρατον ἀνθρώποις ἀποφηναμέναις· εἰ μὴ ἄρα μὴ δὲ ὦφθαι τίς εἴποι αὐτὸν τὸν Θεὸν τοῖς ἀναγεγραμμένοις, φαντασιῶσαι δὲ αὐτοὺς αὐτὸ μόνον, ὡς δοκεῖν μὲν ὁρᾶν καὶ ἀκούειν, οὐ μὴν καὶ ἀληθῶς τί τῶν νομιζομένων φαίνεσθαι θεωρεῖν, οὐδὲ μὴν ἀκούειν κατ’ ἀλήθειαν, ἀπατωμένους δὲ καὶ ἐν τούτοις νομίζειν, καὶ δοκεῖν ἀκούειν, ὅπερ ἀνοίκειόν τε καὶ ἀλλότριον ὑπάρχει τῆς ἀψευδοῦς καὶ ἀπλανοῦς τοῦ τῶν ὅλων Θεοῦ φύσεως· ἔτι δὲ καὶ ἀσύστατον ὂν δείκνυται ἐκ τοῦ λέγειν ἱστορεῖσθαι αὐτὸν τὸν Θεὸν περὶ τοῦ Ἁβραὰμ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἑπαγάγῃ κύριος ἐπὶ Ἁβρααμ ἃ ἐλάλησεν πρὸς αὐτόν. Gen. 18, 19. Ἀναμφιλέκτως γοὖν ταῦτα ὡς περὶ ἑτέρου κυρίου αὐτὸς ὁ Κύριος διαλέγεται· πῶς οὖν ἐστὶ οἷόν τε τὸν τῶν ὅλων ὑπονοεῖν Θεὸν ταῦτα εἰρηκέναι; Περὶ ποίου γὰρ ἕτερου παρ’ αὐτὸν κυρίου δύναται λέγεσθαι τὰ ἐγκείμενα; Ἀλλὰ γὰρ σαφῆ ἐκ τούτων ὅτι μηδὲ τῷ τῶν ὅλων Θεῷ προσήκειν ἔοικε τὰ δηλούμενα· δέδεικται δὲ ὅτι μηδὲ τῇ τῶν ἀγγέλων φύσει· οἶδεν γοῦν, ὡς ἔφην, ὁ λόγος ἐπαληθεύειν ἐπὶ τῇ τῶν ἀγγέλων ἐπιφανείᾳ, σαφῶς ἐπισημαινόμενος τὰς δι’ αὐτῶν ὀπτασίας. Εἰ δὴ οὖν μήτ’ ἀγγελικῇ φύσει μήτε τῇ ἀνωτάτω καὶ ἀγενήτῳ τοῦ τῶν ὅλων Θεοῦ ταῦτα ἔοικεν ἁρμόττειν, λείποιτ’ ἂν τούτων μία μόνη λύσις, εἰ τὸ μὲν ἀναλλοίωτον καὶ ἄτρεπτον καὶ ἀόρατον ἐπὶ τὴν ἀγένητον διαφυλάττοιμεν οὐσίαν, τοὺς δ’ ἀναγεγραμμένους ὡς ἐκ Θεοῦ χρηματισμοὺς ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον μεταλαμβάνοιμεν, ὃν διαφόρως καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ὀφθῆναί τε καὶ τὰς ἐν ταῖς θείαις γραφαῖς ἐμφερομένας οἰκονομίας ἐκτελέσαι πεπιστεύκαμεν· ἐπὶ μόνου δὲ τούτου μετὰ τὸν τῶν ὅλων Θεὸν καὶ τὴν τετράγραμμον προσηγορίαν κειμένην εὕρομεν, ἅτε μονογενεῖ καὶ κληρονόμῳ τοῦ Πατρὸς ἁρμοττούσης καὶ ταύτης τῆς θεϊκῆς ἐπινοίας. Εὖ γοῦν εἰδὼς ὁ Ἁβραὰμ, ἅτε σοφὸς ὢν καὶ πρὸς αὐτοῦ τοῦ Θεοῦ προφήτης εἶναι μαρτυρούμενος, ὡς ὅτι πᾶσαν τὴν κρίσιν ἔδωκεν τῷ υἱῶ, προσκυνεῖ τε αὐτὸν, καὶ μόνῳ παρὰ τοὺς ἄλλους φησὶν τὸ, μηδαμῶς ὁ χρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν, ὅπερ ἀγγέλῳ τὸν θεῖον Λόγον ὑποβεβηκότι λέγεσθαι νομίζειν ἀνοίκειόν τε καὶ ἀπιθανώτατον, μόνῳ δὲ τῷ θείῳ Λόγῳ οἰκειότατον ἂν εἴη μετὰ τῶν ἄλλων φάσκειν καὶ τὸ, μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· καὶ τὸ, ἤδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Ἁβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν. Καὶ πρέπει γε αὐτῷ ταῦτα λέγειν παιδεύοντι, ὅτι δὴ πάντα τὰ ἐξ ἀνθρώπων ὁσίως δρώμενα εἰς μόνην τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἀναφέρειν θέμις εὐσέβειαν, παρ’ οὗ ἐπὶ γῆς ὄντος· τῶν ἀγαθῶν τὰ πάντα τοῖς εὐσεβέσιν εἰς ὠφέλειάν· τε καὶ σωτηρίαν χορηγεῖται· ταῦτα δὲ ὁ θεῖός φησι Λόγος ὡς περὶ ἑτέρου κυρίου τοῦ ἑαυτοῦ πατρὸς διδάσκων· καὶ γὰρ καὶ ἑαυτοῦ Κύριόν τε καὶ Θεὸν αὐτὸν ὁμολόγει πρὸς τοὺς ἰδίους μαθητὰς, ἀνέρχομαι φάσκων πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, παὶ Θεόν μου καὶ Θεὸν ὑμῶνIo. 20, 17. . Πεπλήρωται δ’ ὅ τε νόμος καὶ πᾶσα γραφὴ τοῦ τοιοῦδε χαρακτῆρος τοῦ κυρίου, τοῦτ’ ἔστιν τοῦ θείου Λόγου, ὡς περὶ ἑτέρου κυρίου διαλεγομένου, δῆλον δ’ ὅτι τοῦ Πατρός. Πολλῆς δὲ καὶ βαθυτάτης δεομένων θεωρίας τῶν κατὰ τὸν τόπον, ἱκανὰ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ὑπόθεσιν.