# Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ ΙΑ′. ϛ′.

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/generalis-elementaria-introductio-eclogae-propheticae/2.%CE%A8.%20%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A5%20%CE%99%CE%91%E2%80%B2.%20%CF%9B%E2%80%B2.

Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ Ψαλμῷ ὁ Κύριος φησίν· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ·Ps. 11, 5. ἐξετάζομεν μὴ περὶ Χριστοῦ προσώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτωχῶν ὀνομαζομένων ψεκτῶς διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ Θεὸν πλούτου, κενώσας ἑαυτὸν, ἀναδεξάμενός τε μέχρι καὶ θανάτου τὸν ὑπὲρ αὐτῶν ἀγῶνα, νῦν ἀναστήσομαι, καὶ δὴ λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν παρὰ τοῦ Πατρὸς, πάντας τοὺς εἰς ἐμὲ πιστεύσαντας θήσομαι εἰς σωτηρίαν, καὶ παρρησιάσομαι ἐν αὐτῷ, ἤτοι τῷ Πατρὶ, ἢ τῷ πεπραγμένῳ μοι ἐπὶ σωτηρίᾳ τῶν τοσούτων ἀνδραγαθημάτων. Καὶ ἡ μὲν τοῦ ῥητοῦ τοιαύτη τίς ἂν εἴη διάνοια· τὰ μέντοι γε πρῶτα τοῦ Ψαλμοῦ, Σῶσόν με ὁ Θεὸς περιέχοντα ὅτι ἐκλέλοιπεν ὅσιος, καὶ τὰ ἑξῆς, τὸν καιρὸν καθ’ ὃν πέπονθεν ὁποῖός τις ὑπῆρχε δηλοῖ· ἐκλελοίπει γὰρ ὅσιος τότε, καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ τὰ τούτοις δὲ ἐξῆς ἅπαντα κατ’ ἐκεῖνον πεπλήρωτο τὸν χρόνον.

---

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), ed. Thomas Gaisford. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg023.local001/.
