# Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ ΙΗ′.—Ι′.

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/generalis-elementaria-introductio-eclogae-propheticae/2.%CE%A8.%20%CE%A8%CE%91%CE%9B%CE%9C%CE%9F%CE%A5%20%CE%99%CE%97%E2%80%B2.%E2%80%94%CE%99%E2%80%B2.

Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Ps. 18, 3. Ζητοῦμεν τίνων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ τὰ ῥήματα ἕως τῶν περάτων τῆς οἰκουμένης, ὡς μὴ καταλελεῖφθαι λόγους παρά τισι καὶ λαλιὰς παρ’ οἷς οὐκ ἠκούσθησαν καὶ αἱ τούτων φωναί· ἀλλ’ οὐκ ἂν ἔχοι τίς ἑτέρους ἐπιδεῖξαι τῶν ἱερῶν ἀποστόλων, εἰς οὓς ἡ προφητεία πεπλήρωται διαβοήτου τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας αὐτῶν εἰς πᾶσαν τὴν ὑπ’ οὐρανὸν γενομένης, ὅτε ἐνεπιδημοῦντες τῷ βίῳ μετὰ τῆς συνεργούσης αὐτοῖς δυνάμεως θείας ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκήρυσσον τὴν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πίστιν· περὶ οὗ μετὰ τὴν πρόρρησιν τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος ἑξῆς ὁ λόγος διδάσκει, ὡς ἄρα ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· ἡλίου νοουμένου τῆς θεότητος, εἰς ἣν τὴν ἑαυτοῦ μονὴν καὶ τὴν οἱονεὶ κατασκήνωσιν ἔθετο, ἢ καὶ ὅπερ ἐκ τῆς παρθένου ἔλαβεν σῶμα, ὅπερ ἦν ὡσπερεὶ σκήνωμα τῆς ἐν αὐτῷ καταμενούσης θείας δυνάμεως· οὗτος δὲ καὶ ὥσπερ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἡγαλλιάσατο ὡς γίγας δραμεῖν ὁδόν· οἷα γάρ τις νυμφίος διὰ τὴν αὐτοῦ νύμφην τὴν ἐκκλησίαν ἐκ τῶν πατρικῶν διαναστὰς κόλπων, καὶ ὁποῖά τις γίγας ἀνδρεῖος καὶ ἰσχυρὸς τὸν ἀγῶνα τὸν προκείμενον αὐτῷ διαθλήσας, νικήσας τε καὶ καταγωνισάμενος τοὺς ἀντιπάλους, ἠγαλλιάσατο τὴν αὐτοῦ σύζυγόν τε καὶ νύμφην ἀπολαβών· γεγένηται δὲ αὐτοῦ καὶ ἡ ἔξοδὸς ἀπ’ ἄκρου τοῦ οὐρανοῦ· καὶ πάλιν, τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου αὐτοῦ· ἐπεὶ μὴ δ’ εἷς ἄλλος ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου·Io. 3, 13. καὶ πάλιν, ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶνEph. 4, 10. , κατὰ τὸν ἱερὸν ἀπόστολον· ἀλλὰ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ· περὶ ἧς καὶ αὐτὸς εἶπεν τὸ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;Luc. 12, 49. Εὐχερῶς δ’ ἄν τις ἑαυτῷ τούτοις ἀναλόγως ἐξεργάσεται τὰ κατὰ τὸν τόπον.

---

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), ed. Thomas Gaisford. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg023.local001/.
