Ancient Greek · ~6 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ ρμα′.—ΙΓ′.
Not analysed yet
Καὶ τὸ ἐνθάδε λεγόμενον, ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι,Ps. 141, 7. ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα μαρτυρηθέντες οὐνκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. Heb. 11, 39. Δῆλον δ’ ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γ’ οὖν, Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταῦτῃ, ᾗ ἐπορεύομην, ἔκρυψαν παγίδα μοι· καὶ πάλιν, ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. Ps. 141, 6. Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ps. 141, 2. Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθ’ ὧν ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου. Phil. 2, 8. Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς· Ps. 2, 8. ἵν’ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθ’ ἣν ἐπεβουλεύθη, περιέχοντα.