Ancient Greek · ~2 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ ΖΑΧΑΡΊΑ. ΚΖ′.
Not analysed yet
Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Zach. 13, 7. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης,Matth. 26, 31. ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν.