Ancient Greek · ~8 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ αὐτοῦ. ΜΕ.
Not analysed yet
Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις· Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἑννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἄγιον ἀγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων(ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβδομάδες ξβ′· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήμην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς· ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἑρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Dan. 9, 22. Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ’ οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως·