Ancient Greek · ~3 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. ἈΠῸ ΤΟ῀Υ ΖΑΧΑΡΊΑ.
Not analysed yet
Ὡς ὁ Θεὸς Λόγος Κύριος παντοκράτωρ ὀνομαζόμενος ὑπὸ Κυρίου παντοκράτορος τοῦ Πατρὸς ἀπεστάλθαι λέγει. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἥξειν ἐπὶ τὴν Ἱερουσαλὴμ προλέγει τὰ ἔθνη ἐπ’ αὐτὸν καταφεύξεσθαι ἀπεσταλμένον ὑπὸ κυρίου παντοκράτορος. Περὶ τοῦ Χριστοῦ ὡς περὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ· καὶ ὅτι αὐτὸς ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ περὶ τῆς οἰκοδομῆς τῆς ἐκκλησίας. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἥξοντος ἐπὶ ὑποζυγίῳ καὶ πώλῳ, καὶ ὁλοθρεύσοντος τὸ πάλαι οἰκοῦν ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων ἵππικόν τε καὶ ὁπλιτικόν· καὶ περὶ τῆς τῶν ἐθνῶν εἰρήνης. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος, Κυρίου τοῦ Πατρὸς μέμνηται. Περὶ τῶν λ’ ἀργυρίων ἀνθ’ ὧν ὁ Ἰούδας προύδωκε τὸν Χριστὸν τοῖς Ἰουδαίων ἄρχουσιν, οὓς νῦν ὁ λόγος Χαναναίους καλεῖ· καὶ περὶ τῆς ἀποβολῆς αὐτῶν. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ· καὶ τοῦ τῶν ἀποστόλων ἐπ’ αὐτῷ σκανδαλισμοῦ. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας.