# Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Γ′.

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/generalis-elementaria-introductio-eclogae-propheticae/4.%CE%A8.%20%CE%93%E2%80%B2.

Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.Es. 3, 12. Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ νῦν καταστήσεται εἰς κρίσιν Κύριος· καὶ μάλιστα τὸ, αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ· ἁρμόζοι δ’ ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ’ ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ’ εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ’ αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι.

---

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), ed. Thomas Gaisford. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg023.local001/.
