# Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ζ´.

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/generalis-elementaria-introductio-eclogae-propheticae/4.%CE%A8.%20%CE%96%C2%B4.

Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.Es. 9, 5. Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν ※ τῶν ο´ ἑρμηνείαν, μεγάλης βουλῆς ἄγγελος χρηματίζει· ※ κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ ※ ὄνομα αὐτοῦ ἐστὶν θαυμαστὸς σύμβουλος, ἰσχυρὸς ※ δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης· καὶ κατὰ τὸν ※ Σύμμαχον δὲ, κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παρα δοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι(εν) παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ’ ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, εἰς ὃν οἱ μὴ πιστεύσαντες θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ ὅτι τὴν ἑαυτῶν ἀποβολὴν ἰδεῖν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν, ἣν ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσειν εἴρηται· ᾧ παραθήσεις τὸ παρὰ Μωσεῖ οὕτω πῶς λελεγμένον· αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.Deut. 32, 21. Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ’ ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·(sic) ὅπως εἴρηται τὸ, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν· ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι’ ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα.

---

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), ed. Thomas Gaisford. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg023.local001/.
