# Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΚΔ′..1

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/generalis-elementaria-introductio-eclogae-propheticae/4.%CE%A8.%20%CE%9A%CE%94%E2%80%B2..1

Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήμην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλάσα σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.Es. 49, 1. Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γὰρ, καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι’ μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Ἀλλὰ καὶ τὸ, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς, παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος· τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ, Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου; Οὗτος γάρ ἐστιν ὁ μόνος κατ’ ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται ὁρῶν τὸν Θεὸν, κατ’ ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ πτερνιστὴς, καθ’ ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ, Ἰακὼβ ὁ παῖς μου, εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ Ἰακὼβ ὁ παῖς μου εἴρηται, οὕτως ἐνθάδε τὸ μέγα σοι ἐστι τοῦ κληθῆναί σε παῖδά μου· καὶ ὡς ἐκεῖ τὸ, Ἰσραὴλ ὁ ἐκλεκτός μου λέλεκται, οὕτως ἐνθάδε τὸ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε. Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται, ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐν δὲ τῇ μετὰ χεῖρας, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι’ αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς· φησὶν δὲ, τοῦ καταστῆσαι τὴν γῆν, τοῦτ’ ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ, αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνήματι τεταρταῖον τυγχάνοντα, εἰπὼν, Λάζαρε δεῦρο ἔξω,Io. 11, 43. ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶ τῆς θυγατρὸς Ἁβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτεσιν, ἣν καὶ αὐτὴν τῆς ἀσθενείας ἀπαλλάξας, σώαν ἀπέλυσεν· καθόλου δὲ, ὁπηνίκα πᾶσιν τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἐσφιγμένοις ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων παρέσχετο, οἷα δὴ μόνος (ἔχων) ἐξουσίαν ἀφιέναι ἁμαρτίας· οἷς ἔτι καὶ νῦν διὰ τῆς αὐτοῦ διδασκαλίας παρακελεύεται τῶν προτέρων δεσμῶν ἐξελθεῖν, λέγων ἐφ’ ἑκάστῳ τὸ, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.Io. 5, 14. Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα. Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον· ἐκ κοιλίας φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου· ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ’ ὄναρ εἶπεν μεθ’ ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ·Matth. 1, 21. ἐπιφέρει δ’ ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλειτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος,Heb. 4, 12. ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ’ ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ’ ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·Gal. 3, 13. καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας.Heb. 12, 2. Phil. 11, 8. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος,Sap. 2, 15. ἀλλ’ ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει.

---

Eusebius, Generalis elementaria introductio (= Eclogae propheticae), ed. Thomas Gaisford. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg023.local001/.
