Ancient Greek · ~4 min
1.1 to 1.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.1-7-4
Not analysed yet
[Nic. H. E. VII, 2] Ὅσης μὲν καὶ ὁποίας πρὸ τοῦ καθ’ ἡμᾶς διωγμοῦ δόξης ὁμοῦ καὶ παρρησίας ὁ διὰ Χριστοῦ τῷ βίῳ κατηγγελμένος τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας λόγος παρὰ πᾶσιν ἀνθρώποις, Ἕλλησι τε καὶ βαρβάροις, ἠξίωτο, μεῖζον ἢ καθ’ ἡμᾶς ἐπαξίως διηγήσασθαι. τεκμήρια δ’ ἂν γένοιτο τῶν κρατούντων αἱ περὶ τοὺς ἡμετέρους δεξιώσεις, οἷς καὶ τὰς τῶν ἐθνῶν ἐνεχείριζον ἡγεμονίας, τῆς περὶ τὸ θύειν ἀγωνίας κατὰ πολλὴν, ἣν ἀπέσωζον περὶ τὸ δόγμα, φιλίαν αὐτοὺς ἀπαλλάττοντες. τί δεῖ περὶ τῶν κατὰ τοὺς βασιλικοὺς λέγειν οἴκους, καὶ τῶν ἐπὶ πᾶσιν ἀρχόντων; οἱ τοῖς οἰκείοις εἰς πρόσωπον ἐπὶ τῷ θείῳ παρρησιαζομένοις λόγῳ τε καὶ βίῳ συνεχώρουν, γαμεταῖς καὶ παισὶ καὶ οἰκέταις, μονονουχὶ καὶ ἐγκαυχᾶσθαι ἐπὶ τῇ παρρησίᾳ τῆς πίστεως ἐπιτρέποντες· οὓς ἐξόχως καὶ μᾶλλον τῶν συνθεραπόντων ἀποδεκτοὺς ἡγοῦντο. οἷος ἐκεῖνος ἢν Δωρόθεος, πάντων αὐτοῖς εὐνούστατος καὶ πιστότατος, καὶ τούτων ἕνεκα διαφερόντως παρὰ τοὺς ἐν ἀρχαῖς καὶ ἡγεμονίαις αὐτοῖς τιμιωτάταις ἐντιμότατος, ὅ τε σὺν αὐτῷ περιβόητος Γοργόνιος, καὶ ὅσοι τῆς αὐτῆς ὁμοίως τούτοις ἠξίωντο διὰ τὸν τοῦ θεοῦ λόγον τιμῆς.