Ancient Greek · ~2 min
1.15 to 1.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.15-16
Not analysed yet
τούτων δὲ “φημισθέντων πάντες ἀπεθηριώθησαν εἰς ἡμᾶς, ὥστε “καὶ εἴ τινες τὸ πρότερον δι’ οἰκειότητα ἐμετρίαζον, “τότε μεγάλως ἐχαλέπαινον καὶ διεπρίοντο καθ’ ἡμῶν. “ἐπληροῦτο δὲ τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον, ὅτι ἐλεύσεται καιρὸς ἐν ᾧ πᾶς ὁ ἀποκτείνας ὑμᾶς “δόξει λατρείαν προσφέρειν τῷ θεῷ. ἐνταῦθα “λοιπὸν ὑπεράνω πάσης ἐξηγήσεως ὑπέμενον “σεῖς οἱ ἅγιοι μάρτυρες, φιλοτιμουμένου τοῦ σατανᾶ “καὶ δι’ ἐκείνων ῥηθῆναί τι τῶν βλασφήμων.