Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.2
Not analysed yet
πρὸς ἐπὶ τούτοις καὶ τὰ παραυτίκα τῆς κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς τὸ πᾶν τουδαίων ἔθνος περιελθόντα ,ὅσα τε αὖ καὶ ὁποῖα καὶ καθ’ οὓς χρόνους πρὸς τῶν ἐθνῶν ὁ θεῖος πεπολέμηται λόγος, καὶ πηλίκοι κατὰ καιροὺς τὸν δι’ αἵματος καὶ βασάνων ὑπὲρ αὐτοῦ διεξῆλθον ἀγῶνα, τά τ’ ἐπὶ τούτοις καὶ καθ’ ἡμὰς αὐτοὺς μαρτύρια, καὶ τὴν ἐπὶ πᾶσιν ἵλεω καὶ εὐμενῆ τοῦ σωτῆρος ἡμῶν ἀντίληψιν γραφῇ παραδοῦναι προῃρημένος οὐκ ἄλλοθεν ἢ ἀπὸ πρώτης ἄρξομαι τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίας.