Ancient Greek · ~8 min
1.54 to 1.59
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.54-59
Not analysed yet
πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς, καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι, “ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι· ὁ μὲν γὰρ Πον- “τικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ “ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στη- “ρίζουσα αὐτὸν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας “ἀπέδωκε τὸ πνεῦμα. ἡ δὲ μακαρία Βλανδῖνα “πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμή- “σασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς “τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ “τῶν παίδων ἀγωνίσματα, ἔσπευδε πρὸς αὐτοὺς χαί- “ρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμ- “φικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία “βεβλημένη. καὶ μετὰ τὰς μάστιγας, μετὰ τὰ “θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γυργαθὸν “βληθεῖσα ταύρῳ παρεβλήθη, καὶ ἱκανῶς ἀναβλη- “θεῖσα πρὸς τοῦ ζῴου, μηδὲ αἴσθησιν ἔτι τῶν συμ- “βαινόντων ἔχουσα διὰ τὴν ἐλπίδα καὶ ἐποχὴν τῶν “πεπιστευμένων καὶ ὁμιλίαν πρὸς Χριστὸν, ἐτύθη “καὶ αὐτὴ, καὶ αὐτῶν ὁμολογούντων τῶν ἐθνῶν ὅτι “μηδεπώποτε παρ᾿ αὐτοῖς γυνὴ τοιαῦτα καὶ τοσαῦτα “ἔπαθεν. ἀλλ᾿ οὐδ᾿ οὕτως κόρον ἐλάμβανεν αὐτῶν “ἡ μανία καὶ ἡ πρὸς τοὺς ἁγίους ὠμότης. ὑπὸ γὰρ “ἀγρίου θηρὸς ἄγρια καὶ βάρβαρα φῦλα ταραχθέντα “δυσπαύστως εἶχε, καὶ ἄλλην ἰδίαν ἀρχὴν ἐπὶ τοῖς “σώμασιν ἐλάμβανεν ἡ ὕβρις αὐτῶν. τὸ γὰρ “νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει, διὰ τὸ μὴ ἔχειν “ἀνθρώπινον ἐπιλογισμὸν, μᾶλλον δὲ καὶ ἐξέκαιεν “αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμό- “νος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπι- “δεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ ῾ὁ ἄνο- “μος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι. ᾿“καὶ γὰρ τοὺς ἐναποπνιγέντας ἐν τῇ εἱρκτῇ παρέβαλλον “κυσὶν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ “καὶ μεθ’ ἡμέραν, μὴ κηδευθῇ τις ὑφ’ ἡμῶν, καὶ “τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ “πυρὸς λείψανα, τῇ μὲν ἐσπαραγμένα ,πῆ δὲ ἠν— “θρακευμἐνα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς “ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον “μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς. “