Ancient Greek · ~3 min
ΛΟΓΟΣ Η., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.9-3
Not analysed yet
κατά τε τὰ ἐν ψαλμοῖς προθεσπισθέντα κατέστρεψε τὴν διαθήκην τοῦ δούλου αὐτοῦ, καὶ ἐβεβήλωσεν εἰς γῆν διὰ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως τὸ ἁγίασμα αὐτοῦ, καὶ καθεῖλε πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθετο τὰ ὀχυρώματα αὐτοῦ δειλίαν· διήρπασάν τε τὰ πλήθη τοῦ λαοῦ πάντες οἱ διοδεύοντες ὁδὸν, καὶ δὴ ἐπὶ τούτοις ὄνειδος ἐγενήθη τοῖς γείτοσιν αὐτοῦ. ὕψωσε γὰρ τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἀπέστρεψε τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβετο αὐτοῦ ἐν τῷ πολέμῳ· ἀλλὰ καὶ κατέλυσεν ἀπὸ καθαρισμοῦ αὐτὸν καὶ τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξεν· ἐσμίκρυνέ τε τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, καὶ ἐπὶ πᾶσι κατέχεεν αὐτοῦ αἰσχύνην.