Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.1-6
Not analysed yet
[Nic. H. E. VII, 10] Ἤδη γοῦν ὅλην Χριστιανῶν πολίχνην αὔτανδρον ἀμφὶ τὴν Φρυγίαν ἐν κύκλῳ περιβαλόντες ὁπλῖται, πῦρ τε ὑφάψαντες, κατέφλεξαν αὐτοὺς ἅμα νηπίοις καὶ γυναιξὶ, τὸν ἐπὶ πάντων θεὸν ἐπιβοωμένους· ὅτι δὴ πανδημεὶ πάντες οἱ τὴν πόλιν οἰκοῦντες, λογιστής τε αὐτὸς καὶ στρατηγὸς σὺν τοῖς ἐν τέλει πᾶσι καὶ ὅλῳ δήμῳ, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, οὐδ᾿ ὁπωστιοῦν τοῖς προστάττουσιν εἰδωλολατρεῖν ἐπειθάρχουν.