Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.18
Not analysed yet
καὶ μεθ᾿ ἕτερα περὶ τῶν συμβεβηκότων αὐτῷ αὖθις ταῦτα γράφει ‟πολλαῖς γε ταῖς ὁμολογίαις “Γερμανὸς σεμνύνεται. πολλά γε εἰπεῖν ἔχει καθ᾿ “ἑαυτοῦ γενόμενα. ὅσας ἀριθμῆσαι δύναται περὶ “ἡμῶν ἀποφάσεις, δημεύσεις, προγραφὰς, ὑπαρχόν- “των ἁρπαγὰς, ἀξιωμάτων ἀποθέσεις, δόξης κοσμι- “κῆς ὀλιγωρίας, ἐπαίνων ἡγεμονικῶν καὶ βουλευτι- “κῶν καταφρονήσεις, καὶ τῶν ἐναντίων ἀπειλῶν καὶ “καταβοήσεων καὶ κινδύνων καὶ διωγμῶν καὶ πλάνης καὶ στενοχωρίας καὶ ποικίλης θλίψεως ὑπομονὴν, ‟οἷα τὰ ἐπὶ Δεκίου καὶ Σαβίνου συμβάντα μοι, οἷα ‟μέχρι νῦν Αἰμιλιανοῦ.