Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.2-3
Not analysed yet
ταύτῃ δ’ οὖν ὡς κατά τι θεοπρόπιον ἐκ τῆς Καππαδοκῶν γῆς, ἔνθα τὸ πρῶτον τῆς ἐπισκοπῆς ἠξίωτο, τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα εὐχῆς καὶ τῶν τόπων ἱστορίας ἕνεκεν πεποιημένον φιλοφρονέστατα οἱ τῇδε ὑπολαβόντες οὐκέτ’ οἴκαδε παλινοστεῖν αὐτῷ ἐπιτρέπουσι, καθ’ ἑτέραν ἀποκάλυψιν καὶ αὐτοῖς νύκτωρ ὀφθεῖσαν, μίαν τε φωνὴν σαφεστάτην τοῖς μάλιστα αὐτῶν σπουδαίοις χρήσασαν· ἐδήλου γὰρ προελθόντας ἔξω πυλῶν τὸν ἐκ θεοῦ προωρισμένον αὐτοῖς ἐπίσκοπον ὑποδέξασθαι. τοῦτο δὲ πράξαντες μετὰ κοινῆς τῶν ἐπισκόπων, οἱ τὰς πέριξ διεῖπον ἐκκλησίας, γνώμης ἐπάναγκες αὐτὸν παραμένειν βιάζονται.