Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 11.5-2
Not analysed yet
μέμνηται καὶ τῆς τούτου καταστάσεως Ἀλέξανδρος, Ἀντιοχεῦσι γράφων ὧδε “Ἀλέξανδρος, δοῦλος καὶ δέσμιος “Ἰησοῦ Χριστοῦ, τῇ μακαρίᾳ ἐκκλησίᾳ Ἀντιοχέων ἐν “κυρίῳ χαίρειν. ἐλαφρά μοι καὶ κοῦφα τὰ δεσμὰ ὁ “κύριος ἐποίησε κατὰ τὸν καιρὸν τῆς εἱρκτῆς, πυθο- “μένῳ μοι τῆς ἁγίας ὑμῶν τῶν Ἀντιοχέων ἐκκλησίας “κατὰ τὴν θείαν πρόνοιαν Ἀσκληπιάδην τὸν ἐπιτη- “δειότατον κατ᾿ ἀξίαν τὴν πίστιν τῆς ἐπισκοπῆς ἐγκε- “χειρισμένον.”