Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ζ., Chapter 12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12.1-4
Not analysed yet
[Nic. H. E. VI, 11] Κατὰ δὲ τὸν δηλούμενον Οὐαλεριανοῦ διωγμὸν τρεῖς ἐν Καισαρείᾳ τῆς Παλαιστίνης τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. τούτων ὁ μὲν Πρίσκος ἐκαλεῖτο, ὁ δὲ Μάλχος, τῷ δὲ τρίτῳ Ἀλέξανδρος ὄνομα ἦν. τούτους φασὶ κατ’ ἀγρὸν οἰκοῦντας πρότερον μὲν ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους κακίσαι, ὅτι δὴ βραβείων, τοῦ καιροῦ τοῖς πόθου γλιχομένοις οὐρανίου διανέμοντος, ὀλιγωροῖεν αὐτοὶ μὴ οὐχὶ προαρπάζοντες τὸν τοῦ μαρτυρίου στέφανον· ταῦτα δὲ βουλευσαμένους ὁρμῆσαι ἐπὶ τὴν Καισάρειαν, ὁμόσ’ ἑ τε χωρῆσαι ἐπὶ τὸν δικαστὴν, καὶ τυχεῖν τοῦ προδεδηλωμένου τέλους. ἔτι πρὸς τούτοις γύναιόν τι κατὰ τὸν αὐτὸν διωγμὸν ἐν τῇ αὐτῇ πόλει τὸν ὅμοιον ἱστοροῦσιν ἀγῶνα διηθληκέναι. τῆς δὲ Μαρκίωνος αὐτὴν αἱρέσεως γενέσθαι κατέχει λόγος.