Ancient Greek · ~3 min
ΛΟΓΟΣ Η., Chapter 12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12.3
Not analysed yet
καί τις ἱερὰ καὶ θαυμασία τὴν τῆς ψυχῆς ἀρετὴν, τὸ δὲ σῶμα γυνὴ, καὶ τὰ ἄλλα τῶν ἐπ’ Ἀντιοχείας πλούτω καὶ γένει καὶ εὐδοξίᾳ παρὰ πᾶσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων, τῇ τοῦ σώματος ὥρᾳ καὶ ἀκμῇ διαπρεπουσῶν, θεσμοῖς εὐσεβείας ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος πάντα τρόπον ἀνιχνεύων λανθανούσας περιειργάζετο, εἶτα ἐπ’ ἀλλοδαπῆς αὐτὰς διατρίβειν μαθὼν πεφροντισμένως ἐπὶ τὴν Ἀντιόχειαν ἐκάλει, δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ μέλλοντα ἐξ ἀνθρώπων δεινὰ τῷ λόγῳ παραθεῖσα, τό τε πάντων δεινῶν ἀφορητότερον, πορνείας ἀπειλὴν, μηδὲ ἄκροις ὠσὶν ὑπομεῖναι δεῖν ἀκοῦσαι, ἑαυτῇ τε καὶ ταῖς κόραις παρακελευσαμένη, ἀλλὰ καὶ τὸ προδοῦναι τὰς ψυχὰς τῇ τῶν δαιμόνων δουλείᾳ πάντων ὑπάρχειν θανάτων καὶ πάσης χεῖρον ἀπωλείας φήσασα, μίαν τούτων ἀπάντων εἶναι λύσιν ὑπετίθετο, τὴν ἐπὶ τὸν κύριον καταφυγήν·