Ancient Greek · ~5 min
12.6 to 12.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 12.6-9
Not analysed yet
τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι τοῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος βρασσούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος κατοπτώμενοι· διά τε τῶν ἀπορρήτων ἕτεροι μελῶν τε καὶ σπλάγχνων αἰσχρὰς καὶ ἀσυμπαθεῖς καἰ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας, ἃς οἶ γενναῖοι καὶ νόμιμοι δικασταὶ, τὴν σφῶν ἐπιδεικνύμενοι δεινότητα, ὥσπερ τινὰ σοφίας ἀρετὴν φιλοτιμότερον ἐπενόουν, ἀεὶ ταῖς καινότερον ἐφευρισκομέναις αἰκίαις, ὡσπερεὶ ἐν ἀγῶνος βραβείοις, ἀλλήλους ὑπερεξάγειν διαμιλλώμενοι. τὰ δ’ οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν ἀπειρηκότες ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες, πλησμονήν τε καὶ κόρον τῆς τῶν αἱμάτων ἐκχύσεως ἐσχηκότες, ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν καὶ φιλάνθρωπον ἐτρέποντο, ὡς μηδὲν μὲν ἔτι δοκεῖν δεινὸν καθ’ ἡμῶν περιεργάζεσθαι· μὴ γὰρ καθήκειν φασὶν αἵμασιν ἐμφυλίοις μιαίνειν τὰς πόλεις, μηδ’ ἐπ’ ὠμότητι τῇ ἀνωτάτω διαβάλλειν τὴν τῶν κρατούντων ἀρχὴν, εὐμενῆ τοῖς πᾶσιν ὑπάρχουσαν καὶ πραεῖαν, δεῖν δὲ μᾶλλον τῆς φιλανθρώπου καὶ βασιλικῆς ἐξουσίας εἰς πάντας ἐκτείνεσθαι τὴν εὐεργεσίαν, μηκέτι θανάτῳ κολαζομένους· λελύσθαι γὰρ αὐτῶν καθ’ ἡμῶν ταύτην τὴν τιμωρίαν, διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν.