Ancient Greek · ~5 min
13.1 to 13.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.1-4-4
Not analysed yet
[Nic. H. E. IV, 29] Ἐν τούτῳ καὶ Ῥόδων, γένος τῶν Ἀσίας, μαθητευθεὶς ἐπὶ Ῥώμης, ὡς αὐτὸς ἱστορεῖ, Τατιανῷ, ὃν ἐκ τῶν πρόσθεν ἔγνωμεν, διάφορα συντάξας βιβλία, μετὰ τῶν λοιπῶν καὶ πρὸς τὴν Μαρκίωνος παρατέτακται αἵρεσιν· ἣν καὶ εἰς διαφόρους γνώμας κατ’ αὐτὸν διαστᾶσαν ἱστορεῖ, τοὺς τὴν διάστασιν ἐμπεποιηκότας ἀναγράφων, ἐπ’ ἀκριβές τε τὰς παρ’ ἑκάστῳ τούτων ἐπινενοημένας διελέγχων ψευδολογίας. ἄκουε δ’ οὖν καὶ αὐτοῦ ταῦτα γράφοντος διὰ τοῦτο καὶ παρ’ ἑαυτοῖς ἀσύμφωνοι γεγόνασιν, ἀσυστάτου γνώμης ἀντιποιούμενοι. “ἀπὸ γὰρ τῆς τούτων ἀγέλης Ἀπελλῆς μὲν, ὁ τῇ πο- “λιτείᾳ σεμνυνόμενος καὶ τῷ γήρᾳ, μίαν ἀρχὴν τὰς δὲ προφητείας ἐξ ἀντικειμένου λέγει πνεύματος, πειθόμενος ἀποφθέγμασι παρθένου δαιμονώσης, ὄνομα Φιλουμένης. ἕτεροι δὲ, καθὼς καὶ αὐτὸς ὁ ναύτης Μαρκίων, δύο ἀρχὰς εἰσηγοῦνται· “ἀφ᾿ ὧν εἰσι Ποτίτός τε καὶ Βασιλικός. καὶ οὗτοι ‘· μὲν κατακολουθήσαντες τῷ Ποντικῷ λύκῳ, καὶ μὴ εὑρίσκοντες τὴν διαίρεσιν τῶν πραγμάτων, ὡς οὐδὲ. ἐκεῖνος, ἐπὶ τὴν εὐχέρειαν ἐτράποντο, καὶ δύο ἀρχὰς ἀπεφήναντο ψιλῶς καὶ ἀναποδείκτως. ἄλλοι δὲ πάλιν ἀπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες οὐ μό- “νον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις, ὧν “ἐστιν ἀρχηγὸς καὶ προστάτης Σύνερως, καθὼς οἶ τὸ “διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσι.”