Ancient Greek · ~4 min
13.10 to 13.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.10-2-12
Not analysed yet
οὕτω δ’ αὐτοῖς ἀπαραποδίστως αὐξούσης καὶ ἐπὶ μέγα ὁσημέραι προιούσης τῆς ἐξουσίας, ἀθρόως τῆς πρὸς ἡμὰς εἰρήνης μεταθέμενοι, πόλεμον ἄσπονδον ἐγείρουσιν, οὔπω δ’ αὐτοῖς τῆς τοιασδὶ κινήσεως δεύτερον ἔτος πεπλήρωτο, καί τι περὶ τὴν ὅλην ἀρχὴν νεώτερον γεγονὸς τὰ πάντα πράγματα ἀνατρέπει. νόσου γὰρ οὐκ αἰσίας τῷ πρωτοστάτῃ τῶν εἰρημένων ἐπισκηψάσης, ὑφ’ ἧς δὴ καὶ τὰ τῆς διανοίας εἰς ἔκστασιν αὐτῷ παρήγετο, σὺν τῷ μετ’ αὐτὸν δευτερείοις τετιμημένῳ τὸν δημώδη καὶ ἰδιωτικὸν ἀπολαμβάνει βίον· οὔπω δὲ ταὐτ’ αὐτῷ οὕτω πέπρακτο, καὶ διχῆ τὰ πάντα τῆς ἀρχῆς διαιρεῖται, πρᾶγμα μηδ’ ἄλλοτέ πω πάλαι γεγονὸς μνήμῃ παραδεδομένον. χρόνου δ’ οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατα καὶ τοῖς ὑπηκόοις εὐνοικώτατα, τῷ τε θείῳ λόγῳ προσφιλέστατα διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ σεβαστὸν ἀνθ’ ἑαυτοῦ καταλιπὼν, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ’ αὐτοῖς, ἁπάσης μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλέων,