Ancient Greek · ~2 min
13.21 to 13.22
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.21-22
Not analysed yet
ἐκέλευσεν οὑν ὁ Ἄβγαρος τῇ ἴωθεν συνάξαι τοὺς πολίτας αὐτοῦ καὶ ἀκοῦσαι τὴν κήρυξιν Θαδδαίου ,καὶ μετὰ ταῦτα προσέταξεν αὐτῷ δοθῆναι χρυσὸν καὶ ἄσημον. ὁ δὲ οὐκ ἐδέξατο εἰπών “εἰ τὰ ἡμέτερα καταλελοίπαμεν, πῶς τὰ ἀλλότρια ληψόμεθα;” ἐπράχθη ταῦτα τεσσαρακοστῷ καὶ τριακοοιοστῷ ἔτει, ἃ καὶ οὐκ εἰς ἄχρηστον πρὸς λέξιν ἐκ τῆς Σύρων μεταβληθέντα φωνῆς ἐνταῦθά μοι κατὰ καιρὸν κείσθω.