Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.3
Not analysed yet
“καὶ ‘’μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου εἰς οὐρανὸν προεβάλ- “λοντο οἱ δαίμονες ἀνθρώπους τινὰς, λέγοντας ἐαυ- “τοῦς εἶναι θεοὺς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ’ “ὑμῶν, ἀλλὰ καὶ τιμῶν ἠξιώθησαν· Σίμωνα μέν “τινα Σαμαρέα τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων “δαιμόνων τέχνης δυνάμεις μαγικὰς ποιήσας ἐπὶ τῇ ‘πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη, καὶ “ἀνδριάντι παρ’ ὑμῖν ὡς θεὸς τετίμηται ,ἐν τῷ Τι- “βέρει ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων Ῥω “μαϊκὴν ἐπιγραφὴν ταύτην· SIMONI DEO SANCTO, ”ὅπερ ἐστὶ Σίμωνι θεῷ ἁγίῳ.