Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.3-2
Not analysed yet
ἔστι δὲ αὐτῷ καὶ πρὸς Ἕλληνας λόγος ὁ προτρεπτικὸς, τρεῖς τε οἶ τοῦ ἐπιγεγραμμένου Παιδαγωγοῦ, καὶ “τίς ὁ σωζόμενος πλούσιος” οὕτως ἐπιγραφεὶς ἕτερος αὐτοῦ λόγος· τό τε περὶ τοῦ πάσχα σύγγραμμα, καὶ διαλέξεις περὶ νηστείας, καὶ περὶ καταλαλιᾶς, καὶ ὁ προτρεπτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους, καὶ ὁ ἐπιρεγραμμένος κανὼν ἐκκλησιαστικὸς, ἢ πρὸς τοὺς Ἰουδαΐζοντας, ὃν Ἀλεξάνδρῳ τῷ δεδηλωμένῳ ἐπισκόπῳ ἀνατέθεικεν.