Ancient Greek · ~3 min
13.7 to 13.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 13.7-2-9
Not analysed yet
εἶτ᾿ ἐπομοσα- “μένου μου τἀληθὲς εἰπεῖν, ὤμνυεν ἀληθεύων λέ- ‘’γειν, μὴ ἐπίστασθαι πῶς εἷς ἐστιν ἀγέννητος θεὸς, “τοῦτο δὲ πιστεύειν. ἐγὼ δὲ γελάσας κατέγνων αὐτοῦ, “διότι διδάσκαλος εἶναι λέγων οὐκ ᾔδει τὸ διδασκό- “μενον ὑπ᾿ αὐτοῦ κρατύνειν.” ἐν τῷ αὐτῷ δὲ συγγράμματι Καλλιστίωνι προσφωνῶν ὁ αὐτὸς μεμαθητεῦσθαι ἐπὶ ῾Ρώμης Τατιανῷ ἑαυτὸν ὁμολογεῖ. φησὶ δὲ καὶ ἐσπουδάσθαι τῷ Τατιανῷ προβλημάτων βιβλίον, δι᾿ ὧν τὸ ἀσαφὲς καὶ ἐπικεκρυμμένον τῶν θείων γραφῶν παραστήσειν ὑποσχομένου τοῦ Τατιανοῦ αὐτὸς ὁ ῾Ρόδων ἐν ἰδίῳ συγγράμματι τὰς τῶν ἐκείνου προβλημάτων ἐπιλύσεις ἐκθήσεσθαι ἐπαγγέλλεται. φέρεται δὲ τοῦ αὐτοῦ καὶ εἰς τὴν ἑξαήμε- ρον ὑπόμνημα. ὅ γέ τοι Ἀπελλῆς οὗτος μυρία κατὰ τοῦ Μωυσέως ἠσέβησε νόμου, διὰ πλειόνων συγγραμμάτων τοὺς θείους βλασφημήσας λόγους, εἰς ἔλεγχόν τε, ὥς γε δὴ ἐδόκει, καὶ ἀνατροπὴν αὐτῶν οὐ μικρὰν πεποιημένος σπουδήν. ταῦτα μὲν οὖν περὶ τούτων.