Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.11
Not analysed yet
παροινίας γε μὴν καὶ μέθης εἰς τοσαύτην ἠνέχθη φορὰν ὡς ἐν τοῖς πότοις παρακόπτειν καὶ τῶν φρενῶν παρεξίστασθαι, τοιαῦτά τε μεθύοντα προστάττειν οἷα ἀνανήψαντα αὐτὸν τῇ ὑστεραίᾳ εἰς μετάμελον ἄγειν· κραιπάλης δὲ καὶ ἀσωτίας μηδενὶ καταλιπὼν ὑπερβολὴν, κακίας διδάσκαλον τοῖς ἀμφ’ αὐτὸν ἄρχουσί τε καὶ ἀρχομένοις ἑαυτὸν καθίστη, θρύπτεσθαι μὲν τὸ στρατιωτικὸν διὰ πάσης τρυφῆς τε καὶ ἀκολασίας ἐνάγων, ἡγεμόνας δὲ καὶ στρατοπεδάρχας δι’ ἁρπαγῶν καὶ πλεονεξίας χωρεῖν κατὰ τῶν ὑπηκόων, μονονουχὶ συντυραννοῦντας αὐτῷ, προκαλούμενος.