Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 14.8-3
Not analysed yet
ἦν δὲ θαυμάσαι ὅπως καὶ οὗτος τὰ συγγενῆ καὶ ἀδελφὰ 5 μᾶλλον δὲ κακίας τὰ πρῶτα καὶ τὰ νικητήρια τῆς τοῦ κατὰ Ῥώμην τυράννου κακοτροπίας ἀπενηνεγμένος. γοήτων τε γὰρ καὶ μάγων οἱ πρῶτοι τῆς ἀνωτάτω παρ’ αὐτῶ τιμῆς ἠξίωντο, ψοφοδεοῦς εἰς τὰ μάλιστα καὶ δεισιδαιμονεστάτου καθεστῶτος, τήν τε περὶ τὰ εἴδωλα καὶ τοὺς δαίμονας περὶ πολλοῦ τιθεμένου πλάνην. μαντειῶν γοῦν δίχα καὶ χρησμῶν οὐδὲ μέχρις ὄνυχος, ὡς εἰπεῖν, τολμᾶν τι κινεῖν οἷός τε ἦν.