Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.1-7
Not analysed yet
[Nic. H. E. VII, 22] Διὰ παντός γέ τοι τοῦ κατὰ τὸν διωγμὸν δεκαέτους χρόνου τῶν εἰς ἐπιβουλὴν καὶ πόλεμον τὸν κατ᾿ ἀλλήλων οὐδὲν αὐτοὺς διαλέλοιπεν. ἄπλωτα μὲν γὰρ τὰ κατὰ θάλατταν ἦν, οὐδ᾿ ἐξῆν ποθὲν καταπλεύσαντας μὴ οὐχὶ πάσαις αἰκίαις ὑπάγεσθαι, στρεβλουμένους καὶ τὰς πλευρὰς καταξαινομένους, βασάνοις τε παντοίαις, μὴ ἄρα παρὰ τῶν δι᾿ ἐναντίας ἐχθρῶν ἥκοιεν, ἀνακρινομένους, καὶ τέλος σταυροῖς ἢ τῇ διὰ πυρὸς ὑπαγομένους κολάσει.