Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.2-2
Not analysed yet
τιμή τίς ἐστι παρὰ Ρωμαίοις τὸ κλῆμα, οὗ τοὺς τυχόντας φασὶν γίνεσθαι. τόπου σχολάζοντος, ἐπὶ τοῦτο προκοπῆς τὸν Μαρῖνον ἡ τοῦ βαθμοῦ τάξις ἐκάλει. ἤδη τε μέλλοντα τῆς τιμῆς ἔχεσθαι, παρελθὼν ἄλλος πρὸ τοῦ βήματος, μὴ ἐξεῖναι μὲν ἐκείνῳ τῆς ῾Ρωμαίων μετέχειν ἀξίας κατὰ τοὺς παλαιοὺς νόμους, Χριστιανῷ γε ὄντι καὶ τοῖς βασιλεῦσι μὴ θύοντι, κατηγόρει· αὐτῷ δὲ ἐπιβάλλειν τὸν κλῆρον.