Ancient Greek · ~3 min
15.30 to 15.32
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.30-32
Not analysed yet
ἀλλὰ ὅτε ἡ πυρὰ ἡτοιμάσθη, ἀποθέ- “μενος ἑαυτῷ πάντα τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην “ἐπειρᾶτο καὶ ὑπολύειν ἑαυτὸν, μὴ πρότερον τοῦτο “ποιῶν, διὰ τὸ ἀεὶ ἕκαστον τῶν πιστῶν σπουδάζειν “ὅστις τάχιον τοῦ χρωτὸς αὐτοῦ ἐφάψηται· ἐν παντὶ “γὰρ ἀγαθῆς ἕνεκεν πολιτείας καὶ πρὸ τῆς πολιᾶς “ἐκεκόσμητο. εὐθέως οὖν αὐτῷ περιετίθετο τὰ “πρὸς τὴν πυρὰν ἡρμοσμένα ὄργανα, μελλόντων δὲ “αὐτῶν καὶ προσηλοῦν αὐτὸν εἶπεν ῾ἄφετέ με οὕτως· “ὁ γὰρ διδοὺς ὑπομεῖναι τὸ πῦρ δώσει καὶ χωρὶς τῆς “ὑμετέρας ἐκ τῶν ἥλων ἀσφαλείας ἀσκύλτως ἐπιμεῖ- “ναι τῇ πυρᾷ. ᾿οἱ δὲ οὐ καθήλωσαν, προσέδησαν δὲ “αὐτόν. ὁ δὲ ὀπίσω τὰς χεῖρας ποιήσας, καὶ “προσδεθεὶς ὥσπερ κριὸς ἐπίσημος ἀναφερόμενος “ἐκ μεγάλου ποιμνίου ὁλοκαύτωμα δεκτὸν θεῷ παν- “τοκράτορι, εἶπεν