Ancient Greek · ~3 min
ΛΟΓΟΣ Δ., Chapter 15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 15.47
Not analysed yet
τῶν γε μὴν τότε περιβόητος μάρτυς εἷς τις ἐγνωρίζετο Πιόνιος, οὗ τὰς κατὰ μέρος ὁμολογίας, τήν τε τοῦ λόγου παρρησίαν ,καὶ τὰς ὑπὲρ τῆς πίστεως ἐπὶ τοῦ δήμου καὶ τῶν ἀρχόντων ἀπολογίας ,διδασκαλικάς τε δημηγορίας, καὶ ἔτι τὰς πρὸς τοὺς ὑποπεπτωκότας τῷ κατὰ τὸν διωγμὸν πειρασμῷ δεξιώσεις, παραμυθίας τε ἃς ἐπὶ τῆς εἱρκτῆς τοῖς παρ’ αὐτὸν εἰσαφικνουμένοις ἀδελφοῖς παρετίθετο, ἅς τε ἐπὶ τούτοις ὑπέμεινε βασάνους τε καὶ τὰς ἐπὶ ταύταις ἀλγηδόνας καθηλώσεις τε, καὶ τὴν ἐπὶ τῆς πυρᾶς καρτερίαν, τήν τε ἐφ’ ἅπασι τοῖς παραδόξοις αὐτοῦ τελευτὴν πληρέστατα τῆς περὶ αὐτοῦ γραφῆς περιεχούσης, τοὺς οἷς φίλον ἐπὶ ταύτην ἀναπέμψομεν, τοῖς τῶν ἀρχαίων συναχθεῖσιν ἡμῖν μαρτυρίοις ἐντεταγμένην.