Ancient Greek · ~2 min
16.1 to 16.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.1-3-2
Not analysed yet
[Nic. H. E. IV, 23] Πρὸς μὲν οὖν τὴν λεγομένην κατὰ Φρύγας αἵρεσιν ὅπλον ἰσχυρὸν καὶ ἀκαταγώνιστον ἐπὶ τῆς Ἱεραπόλεως τὸν Ἀπολινάριον, οὗ καὶ πρόσθεν μνήμην ὁ λόγος πεποίητο, ἄλλους τε σὺν αὐτῷ πλείους τῶν τηνικάδε λογίων ἀνδρῶν ἡ τῆς ἀληθείας ὑπέρμαχος ἀνίστη δύναμις, ἐξ ὧν καὶ ἡμῖν ἱστορίας πλείστη τις ὑπόθεσις καταλέλειπται. ἀρχόμενος γοῦν τῆς κατ᾿ αὐτῶν γραφῆς τῶν εἰρημένων δή τις πρῶτον ἐπισημαίνεται, ὡς καὶ ἀγράφοις τοῖς κατ᾿ αὐτῶν ἐπεξέλθοι ἐλέγχοις. προοιμιά- ζεται γοῦν τοῦτον τὸν τρόπον