Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.1-5
Not analysed yet
[Nic· H. E. VI, 14] Ἔνθα καὶ Ἀστύριος ἐπὶ τῇ θεοφιλεῖ παρρησίᾳ μνημονεύεται, ἀνὴρ τῶν ἐπὶ ῾Ρώμης συγκλητικῶν γενόμενος, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος εὐγενείας τε ἕνεκα καὶ περιουσίας· ὃς παρὼν τηνικάδε τελειουμένῳ τῷ μάρτυρι, τὸν ὦμον ὑποθεὶς, ἐπὶ λαμπρᾶς καὶ πολυ- τελοῦς ἐσθῆτος ἄρας τὸ σκήνωμα ἐπιφέρεται, περιστείλας τε εὑ μάλα πλουσίως τῇ προσηκούσῃ ταφῇ παραδίδωσι. τούτου μυρία μὲν καὶ ἄλλα μνημονεύουσιν οἱ τἀνδρὸς καὶ εἰς ἡμᾶς διαμείναντες γνώριμοι,