Ancient Greek · ~4 min
16.13 to 16.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.13-16
Not analysed yet
ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μον- “τανός τε καὶ Μαξίμιλλα. τούτους γὰρ ὑπὸ πνεύμα- “τος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος λόγος “ἀναρτῆσαι ἑαυτοὺς, οὐχ ὁμοῦ, κατὰ δὲ τὸν τῆς ἑκά- “στου τελευτῆς καιρὸν φήμη πολλὴ, καὶ οὕτω δὲ τε- “λευτῆσαι καὶ τὸν βίον καταστρέψαι Ἰούδα προδότου “δίκην. καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν “πρῶτον τῆς κατ᾿ αὐτοὺς λεγομένης προφητείας οἷον “ἐπίτροπόν τινα Θεόδοτον πολὺς αἱρεῖ λόγος, ὡς αἰ- “ρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς “παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς “ἀπάτης πνεύματι, καὶ δισκευθέντα κακῶς τελευτῆ- “σαι. φασὶ γοῦν τοῦτο οὕτως γεγονέναι, ἀλλὰ “μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τι τῶν τοιού- “των νομίζομεν, ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, “ἴσως δὲ οὐχ οὕτως τετελευτήκασι Μοντανός τε καὶ “Θεόδοτος καὶ ἡ προειρημένη γυνή.” αὖθις δ᾿ ἐν τῷ αὐτῷ φησι λόγῳ τοὺς τότε ἱεροὺς ἐπισκόπους πεπειρᾶσθαι μὲν τὸ ἐν τῇ Μαξιμίλλῃ πνεῦμα διελέγξαι, κεκωλύσθαι δὲ πρὸς ἑτέρων, συνεργούντων δηλαδὴ τῷ πνεύματι.