Ancient Greek · ~2 min
16.18 to 16.19
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 16.18-19
Not analysed yet
ἐν ταὐτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψευδοπροφητειῶν εἰ- πὼν, ὁμοῦ τόν τε χρόνον καθ᾿ ὃν ταῦτ᾿ ἔγραφε σημαίνει καὶ τῶν προρρήσεων αὐτῆς μέμνηται, δι᾿ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο, ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων “καὶ “πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; “πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέ- “ραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνὴ, καὶ οὔτε μερικὸς “οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος, ἀλλὰ καὶ “Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέου θεοῦ”. καὶ ταῦτα δὲ ἐκ τοῦ δευτέρου συγγράμματος